Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.170 Joseph. AJ 11.175 (English) >>Joseph. AJ 11.180

11.173καὶ οἱ Ἰουδαῖοι πρὸς τὸ ἔργον παρεσκευάζοντο. ἐκλήθησαν δὲ τὸ ὄνομα ἀφʼ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν ἐκ τῆς Ἰούδα φυλῆς, ἧς πρώτης ἐλθούσης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε καὶ χώρα τὴν προσηγορίαν αὐτοῖς μετέλαβον. 11.174

Ἀκούσαντες δὲ τὴν τῶν τειχῶν οἰκοδομὴν σπευδομένην Ἀμμανῖται καὶ Μωαβῖται καὶ Σαμαρεῖται καὶ πάντες οἱ ἐν τῇ κοίλῃ Συρίᾳ νεμόμενοι χαλεπῶς ἔφερον καὶ διετέλουν ἐπιβουλὰς αὐτοῖς συντιθέντες τὴν προαίρεσιν αὐτῶν ἐμποδίζοντες, πολλούς τε τῶν Ἰουδαίων ἀπέκτειναν καὶ αὐτὸν ἐζήτουν τὸν Νεεμίαν διαφθεῖραι μισθούμενοί τινας τῶν ἀλλοφύλων, ἵνʼ αὐτὸν ἀνέλωσιν. 11.175εἰς φόβον δὲ καὶ ταραχὴν αὐτοὺς ἐνέβαλλον καὶ φήμας αὐτοῖς διέστελλον ὡς πολλῶν ἐπιστρατεύειν αὐτοῖς μελλόντων ἐθνῶν, ὑφʼ ὧν ἐκταρασσόμενοι μικροῦ τῆς οἰκοδομίας ἀπέστησαν. 11.176τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτʼ αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη. 11.177ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ τὴν ὕλην παρακομίζων, θυρεοὺς δʼ ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵνʼ ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.170 Joseph. AJ 11.175 (English) >>Joseph. AJ 11.180

Powered by PhiloLogic